Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.40 Dem. 34.43 (English) >>Dem. 34.46

34.42καίτοι εἰ καθʼ ἓν ἕκαστον οὕτως ἐδείκνυεν Φορμίων, οὐκ οἶδʼ ὅπως ἂν ἄλλως ἄμεινον ἀπελογήσατο. ὑπὲρ δὲ τοῦ τὴν δίκην εἰσαγώγιμον εἶναι νόμος αὐτὸς διαμαρτύρεται, κελεύων τὰς δίκας εἶναι τὰς ἐμπορικὰς τῶν συμβολαίων τῶν Ἀθήνησιν καὶ εἰς τὸ Ἀθηναίων ἐμπόριον, καὶ οὐ μόνον τῶν Ἀθήνησιν, ἀλλὰ καὶ ὅσα ἂν γένηται ἕνεκα τοῦ πλοῦ τοῦ Ἀθήναζε. λαβὲ δή μοι τοὺς νόμους.Νόμοι

34.43ὡς μὲν τοίνυν γέγονέ μοι τὸ συμβόλαιον πρὸς Φορμίωνʼ Ἀθήνησιν, οὐδʼ αὐτοὶ ἔξαρνοί εἰσιν, παραγράφονται δὲ ὡς οὐκ εἰσαγώγιμον τὴν δίκην οὖσαν. ἀλλʼ εἰς ποῖον δικαστήριον εἰσέλθωμεν, ἄνδρες δικασταί, εἰ μὴ πρὸς ὑμᾶς, οὗπερ τὸ συμβόλαιον ἐποιησάμεθα; δεινὸν γὰρ ἂν εἴη, εἰ μὲν ἕνεκα τοῦ πλοῦ τοῦ Ἀθήναζε ἠδικούμην, εἶναι <ἄν> μοι παρʼ ὑμῖν τὸ δίκαιον λαβεῖν παρὰ Φορμίωνος, ἐπειδὴ δὲ τὸ συμβόλαιον ἐν τῷ ὑμετέρῳ ἐμπορίῳ γέγονεν, μὴ φάσκειν παρʼ ὑμῖν τούτους ὑφέξειν τὴν δίκην. 34.44καὶ ὅτε μὲν Θεοδότῳ τὴν δίαιταν ἐπετρέψαμεν, ὡμολόγησαν εἶναι καθʼ αὑτῶν ἐμοὶ τὴν δίκην εἰσαγώγιμον· νυνὶ δὲ τοὐναντίον λέγουσιν ὧν πρότερον αὐτοὶ συγκεχωρήκασιν, ὡς δέον παρὰ μὲν τῷ Θεοδότῳ τῷ ἰσοτελεῖ ὑποσχεῖν αὐτοὺς δίκην ἄνευ παραγραφῆς, ἐπειδὴ δὲ εἰς τὸ Ἀθηναίων δικαστήριον εἰσερχόμεθα, μηκέτʼ εἰσαγώγιμον τὴν δίκην εἶναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.40 Dem. 34.43 (English) >>Dem. 34.46

Powered by PhiloLogic